Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.17 Joseph. BJ 3.23 (English) >>Joseph. BJ 3.29

3.20οἱ λοιποὶ δὲ τραυματίαι τὸ πλέον σὺν τῷ περιλειπομένῳ τῶν ἡγεμόνων Νίγερι τῆς Ἰδουμαίας εἰς πολίχνην τινά, Χάαλλις καλεῖται, συνέφυγον. 3.21ὀλίγοι δέ τινες καὶ τῶν Ῥωμαίων ἐπὶ τῆσδε τῆς παρατάξεως ἐτρώθησαν. 3.22

Οὐ μὴν οἱ Ἰουδαῖοι τηλικαύτῃ συμφορᾷ κατεστάλησαν τὰ φρονήματα, μᾶλλον δʼ αὐτῶν τὸ πάθος ἤγειρε τὰς τόλμας, ὑπερορῶντές τε τοὺς ἐν ποσὶ νεκροὺς ἐδελεάζοντο τοῖς προτέροις κατορθώμασιν ἐπὶ πληγὴν δευτέραν. 3.23διαλιπόντες γοῦν οὐδʼ ὅσον ἰάσασθαι τὰ τραύματα καὶ τὴν δύναμιν πᾶσαν ἐπισυλλέξαντες ὀργιλώτερον καὶ πολλῷ πλείους ἐπαλινδρόμουν ἐπὶ τὴν Ἀσκάλωνα. 3.24παρείπετο δʼ αὐτοῖς μετά τε τῆς ἀπειρίας καὶ τῶν ἄλλων πρὸς πόλεμον ἐλασσωμάτων προτέρα τύχη· 3.25τοῦ γὰρ Ἀντωνίου τὰς παρόδους προλοχίσαντος ἀδόκητοι ταῖς ἐνέδραις ἐμπεσόντες καὶ ὑπὸ τῶν ἱππέων πρὶν εἰς μάχην συντάξασθαι κυκλωθέντες, πάλιν πίπτουσι μὲν ὑπὲρ ὀκτακισχιλίους, οἱ λοιποὶ δὲ πάντες ἔφυγον, σὺν οἷς καὶ Νίγερ, πολλὰ κατὰ τὴν φυγὴν εὐτολμίας ἐπιδειξάμενος ἔργα, συνελαύνονταί τε προσκειμένων τῶν πολεμίων εἴς τινα πύργον ὀχυρὸν κώμης Βελζεδὲκ καλουμένης. 3.26οἱ δὲ περὶ τὸν Ἀντώνιον ὡς μήτε τρίβοιντο περὶ τὸν πύργον ὄντα δυσάλωτον μήτε ζῶντα τὸν ἡγεμόνα καὶ γενναιότατον τῶν πολεμίων περιίδοιεν, ὑποπιμπρᾶσι τὸ τεῖχος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.17 Joseph. BJ 3.23 (English) >>Joseph. BJ 3.29

Powered by PhiloLogic